Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 289-3
Not analysed yet
γραμμὴ δὲ τὴν γραμμὴν πάλιν οὐκ ἂν διαιροίη. ἐάν τε γὰρ πλαγίως ἐπιζευχθῇ, ἐάν τε ὀρθίως ἡ τέμνουσα τῇ τεμνομένη, κατ’ ἀνάγκην ὀφείλει στιγμῇ ἑαυτῆς ἐπιζεύγνυσθαι τῇ κατὰ τὴν διαιρουμένην γραμμὴν στιγμῇ. ἀμεροῦς <μὲν> οὖν οὔσης καὶ τῆς ἐπιζευγνυμένης, δὲ καὶ τῆς ἐν τῇ τεμνομένῃ, οὐ γενήσεταί τις διαίρεσις διὰ τὸ μήτε τὴν τέμνουσαν εὐφυῶς ἔχειν πρὸς τὸ τέμνειν, οὖσαν ἀμερῆ, μήτε τὴν τεμνομένην πρὸς τὸ τέμνεσθαι τῷ παντὸς ἐστερῆσθαι μέρους.