Ancient Greek
Section 12
Soranus, De Fasciis 12
Not analysed yet
12. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέτματοϲ καὶ μεϲοφρύου ὑπὸ μυξωτῆραϲ ἀντίαν τε τῇ πρώτῃ λοξὴν κατὰ μεϲοφρύου καὶ βρέγματοϲ ἐπὶ ἰνίον εἴτ᾿ ἐγκύκλιον κατὰ ϲφαιρίου καὶ μετώπου, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν ϲὺν τοῖϲ μυξωτῆρϲιν καὶ τὸ μεϲό- φρυον ἐπιδῆϲαι θέλομεν. ἱέραξ ἢ ἀετόϲ. (Tab. III 12)