Ancient Greek
Section 13
Soranus, De Fasciis 13
Not analysed yet
13. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ καὶ μήλου ὑπὸ μυξωτῆραϲ ἀντίαν τε λοξὴν κατὰ τοῦ ἑτέρου μήλου καὶ βρέγματοϲ ἄχρι ἰνίου, εἶτα ἐγκύκλιον κατὰ ϲφαιρίου, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν τοὺϲ μυξωτῆραϲ θέλομεν ἐπιδῆϲαι. ἧμίρομβοϲ ἐπὶ ῥινόϲ. (Tab. IV 13)