Ancient Greek · ~1 min
Dfhg-Source dfhg2_SOSIBIUS_LACO
SOSIBIUS LACO, Fragmenta 21
Not analysed yet
Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ «Μεῖον ἢ κοδύμαλον.» Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. Ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου, σαφῶς εἴρηκεν ὁ Θεόφραστος ἐν τῷ δευτέρῳ τῆς Ἱστορίας. Περφίλα· Σωσίβιος· κύριον ὄνομα. Σάνδυξ, δένδρον θαμνῶδες, οὖ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει. Σώσιβιος δὲ τὰς ἀνεμώνας παρὰ Λάκωσι φαινίδας καλεῖσθαί φησι.