Ancient Greek · ~3 min
20 to 26
Strabo, Strabonis Geographiae Chrestomathia 20-6-26
Not analysed yet
Ὅτι ὁ Κρισαῖος κόλπος ἕως τοῦ Ἀκτίου περαιοῦται. Ὅτι Φωκέων δύο εἰσὶ πόλεις ἐπίσημοι, Δελφοί τε καὶ Ἐλάτεια, ἡ μὲν διὰ τὸ ἀρχαιότατον μαντεῖον τοῦ Ἀπόλλωνος, ἡ δὲ διὰ τὸ Περὶ Κύφον, Περραιβικὸν ὄρος, καὶ πόλιν εἶναι· «Γουνεὺς δ᾿ ἐκ Κύφου ἦγε. Ὅτι Περραιβοὶ τὰ δυτικὰ τοῦ Ὀλύμπου ᾤκουν, Μακεδόνων ἐγγύς. Ὅτι ἕτερος Μόψος, ἐφ᾿ οὗ ἡ Ἀττικὴ Μοψοπία, καὶ ἄλλος ὁ Μαντοῦς, τῆς Τειρεσίου θυγατρὸς παῖς, ἀφ᾿ οὗ Μοψουεστία πόλις Κιλικίας. Ὅτι μεταξὺ Σηπιάδος καὶ Κασθαναίας, τοῦ Πηλίου ἀκρωτηρίων, αἰγιαλός ἐστιν ἔρημος, ἔνθα ὁ Ξέρξου στρατὸς ὑπὸ ἀπηλιώτου συνετρίβη. Ὅτι τὸ περὶ Λάρισσαν πεδίον Πελασγικὸν ἐκαλελτο πρὶν, Πυρραία δὲ ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικὸς, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Aἵμονος.