Ancient Greek · ~1 min
1 to 2
Strabo, Strabonis Geographiae Chrestomathia 1-11-2
Not analysed yet
Ὅτι τὸ ὄρος ὁ Ταῦρος, ὃς διαιρεῖ δίχα τὴν Ἀσίαν κατὰ μῆκος, πλάτος μὲν ἔχει πολλαχοῦ καὶ γ σταδίων· μῆκος δὲ ὅσον καὶ τῆς Ἀσίας, μυριάδων δʼ καὶ γε, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς. Ὅτι ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι ἐν αὐτῷ τῷ Ταύρῳ ὄρει κεῖνται.