Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 43-5
Not analysed yet
Ὅτι αἱ Κυκλάδες νῆσοι ιβ΄ ἦσαν πρὶν, ὕστερον δὲ καὶ ἄλλσι ταύταις προσεγενοντο. Ἄρχονται δὲ αὄται ἀπὸ νήσου τῆς πρὸ τοῦ Σουνίου, Ἑλένης καλουμένης, περὶ ἧς Ὅμηρος ἔφη· «νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι. »Εἰσὶ δʼ αὗται Κέως, Κύθνος, Σέριφος, Μῆλος, Σίφνος, Κίμωλος, Πρεπέσινθος, Ὠλίαρος, Πάρος, Νάξος, Σύρος, Μύκονος, Τῆνοι, Ἄνδρος, Γύαρος. Αἱ δὲ Σποράδες νῆσοι ἀνατολικώτεραί εἰσι τῆς Κρήτης· οἷαί εἰσιν αἱ περὶ Νίσυρον καὶ Κῶν καὶ Καλύδνας καὶ Λέρον καὶ Πότμον.