Ancient Greek
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 3-4
Not analysed yet
Ὅτι ὁ ἰσθμὸς ἀπὸ τοῦ Εὐξείνου πόντου ἐπὶ τὸν Ὑρκάνιον στάδιά ἐστι γ. Καὶ ἀπὸ τού πρὸς βορρᾶν οἷον χερρόνησός ἐστι μεγάλη, περιεχομένη ἐκ μὲν δυσμῶν τῷ τε Εὐξείνῳ καὶ τῇ Μαιώτιδι καὶ Τανάιδι ποταμῷ καὶ τῇ ἑξῆς ἐρήμῳ καὶ ἀγνώστῳ γῇ ἕως τοῦ ὠκεανοῦ, εἰ δὲ καὶ ὁ ὠκεανὸς ἐκ τοῦ βορρᾶ περιέχει τὴν οἰκουμένην, ἀπʼ αὐτοῦ αὖθςι ἐπὶ νότον ἰόντι ἕως τῆς Κασπίας θαλάσσης τῆς κατὰ Ἀλβανίαν.