Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΕΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Β΄.
Strabo, Strabonis Geographiae Chrestomathia 1-2
Not analysed yet
Ὅτι ἡ Βακτριανὴ χώρα εὐδαιμονεστάτη ἐστι καὶ εὐφορωτάτη. Ἐν δὲ τῇ Ὑρκανίᾳ ἡ ἄμπελος μετρητήν οἴνου φέρει, ἡ δὲ συκῆ μεδίμνους ξ’· ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεται· ἐν δὲ τοῖς δένδροις σμηνουργεῖται, καὶ τῶν φύλλων ἀπορρεῖ μέλι. Γίνεται δὲ καὶ ἐν τῇ Ματιανῇ τῆς Μηδίας τοῦτο καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ. Ἀλλʼ ἐπειδὴ αὗται νοτιώτεραί εἰσι τῆς Ὑρκανίας καὶ εὐκραέστεραι, οὐ θαῦμα· ἐν δὲ τῇ Μαργιανῇ ὁ τῆς ἀμπέλου πυθμὴν γίνεται πολλάκις δυεῖν ἀνδρῶν ὀργυιαῖς περιληπτὸς, ὁ δὲ βότρυς δίπηχνς. Ἀλλὰ καὶ ἡ Ἀρία παραπλησία ἐστὶν, εὐοινίᾳ δὲ καὶ ὄπερβάλλει· ἐν ᾗ καὶ εἰς τριγένειαν τὸν οἶνόν φασι μένειν ἐν ἀπισσώτοις ἄγγεσιν. Πάμφορος δʼ ἐστὶ καὶ ἡ Βακτριανὴ πλὴν ἐλαίου.