Ancient Greek · ~2 min
44 to 45
Strabo, Strabonis Geographiae Chrestomathia 44-45
Not analysed yet
Ὅτι Πυθέας ὁ Πασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ὴλέγχθη ἐν οἷς τὰ περὶ Θούλην καὶ Βρετανίας γεωγραφεῖ. Ὅτι τινὲς Ἀλεξάνδρῳ συνεβούλευον, δαιροῦντα τοὺς ἀνθρώπους εἰς Ἕλληνας καὶ βαρβάρους τοῖς μὲν ὡς φίλοις, τοῖς δὲ ὡς πολεμίοις χρῆσθαι· ὁ δὲ ἀπεκρίνατο, ἄμεινον εἶναι ἀρετῇ καὶ κακίᾳ διαιρεῖν τούτους· εἶναι γὰρ Ἰνδοὺς μέν καὶ Ἀρίους καὶ Ῥωαίους καὶ Καρχηδονίους ἀριστοκρατουμένους καὶ καλῶς πολιτευομένους, Ἀθηναίους δὲ οὐχ οὕτως.