Ancient Greek · ~3 min
1 to 3
Strabo, Strabonis Geographiae Chrestomathia 1-3-3
Not analysed yet
Ὅτι τῆς Ἰβηρίας τὸ μίν μῆκος σταδίων ,ς, τὸ δὶ πλάτος ,ε τὸ μέγιστον. Ταύτης δὲ τὸ μέν πλεῖστον μέρος, καὶ μάλιστα τὸ βόρειον, τραχὺ καὶ λεπτόγεων καὶ δρυμῶδες καὶ ὀλιγόκαρπογ καὶ κρυμῶδες· τὸ δὲ νότιον, καὶ μάλιστα τὸ ἔξω Στηλῶν, ἄριστον καὶ σὺν εὐδαιμονία οἰκούμενον. Ὅτι τὸ στενώτερον μέρος τῆς τε Ἰβηρίας καὶ τῆς Κελτικῆς περὶ τὴν Πυρήνην ἐστί. Κόλποι γὰρ γένονται ἔκ τε τοῦ ὠκεανοῦ καὶ τῆς ἔσω θαλάσσης ἐνταῦθα. Ὅτι πρὸς δύσιν προύχει τὰ περὶ τὸ Ἰερὸν ἄκρον τῆς Ἰβηρίας τῶν Λιβυκῶν περάτων σταδίοις αφ΄· καὶ ἔοικε νκΐ τὸ ἄκρον, περὶ αὐτὸ ἔχον γ’ νησίδια· ὧν τὸ μὲν ἐμβόλου τάξιν ἔχει, τὰ δὲ ἐπωτίδων.