Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Γ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 4
Not analysed yet
Ὅτι ὁ Ἄνας ποταμὸς καὶ ὁ Τάγος, ἐκ τῶν ἑῴων ὁρμώμενοι μερῶν, ἐκδιδοῦσιν, ὁ μέν εἰς τὸν δυτικὸν ὠκεανὸν, ὁ δ Ἄνας πρὸς νότον τοῦ Ἱεροῦ ἄκρου. Καὶ ἔστιν ἡ μεσοποταμία αὕτη περιέχουσα τὸ Ἱερὸν ἔκρον εὐδαίμων μετρίως· ἡ δʼ ἐφεξῆς χώρα ἐπὶ τὴν ἔσω θέλασσαν ὑπερβολήν οὐκ ἀπολείπει εὐδαιμονέας, πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην, τῶν τε ἐκ γῆς καὶ θαλάσσης ἀγαθῶν. Ταύτην δʼ ὁ Βαῖτις διαρρεῖ ποταμὸς ἐξ ἀνατολῶν ὁρμώμενος, καὶ καλεῖται Βαιτική· ἣν οἰκοῦσι Τοωρδητανοὶ, σοφώτατοι τῶν Ἰβήρων ὄντες καὶ γραμματικήν τέχνην καὶ ποιητὰς καὶ ἱστορικοὺς, ὥς φασιν, ἐπὶ τῶν τοῦ Στράβωνος χρόνων ἐτῶν Ϛ ἔχοντες. Ἀλλὰ καὶ οἱ ἄλλοι Ἴβηρες, οὐχ ὁμόγλωσσοι ὄντες, γραμματικαῖς χρῶνται τέχναις ἕκαστοι κατὰ ἰδίαν γλῶσσαν.