Ancient Greek · ~4 min
35 to 40
Strabo, Strabonis Geographiae Chrestomathia 35-2-40
Not analysed yet
Ὅτι οἱ περὶ τὰ Γάδειρα καὶ Ἄβυδον πορθμοὶ ἑπταστάδιοί εἰσιν· ὁ δέ περὶ τὸ Βυζάντιον τετραστάδιος. Ὅτι δύο Κόρκυραί εἰσιν, ἥ τε τῶν Φαιάκων ἀντιπέραν Βοοθρωτοῦ καὶ ἡ Μέλαινα ἀντιπέραν πρὸς δύσιν καὶ βορρᾶν τῶν τοῦ Δρίλωνος ποταμοῦ ἐκβολῶν καὶ ἔστιν αὔτη ἐν τῷ Ἰονίῳ κόλπῳ. Ὅτι ἡ Εὐρώπη ἔχει πολὺ τὸ σοφὸν καὶ ἔντεχνον τοῦ βίου, καθάπερ Ἕλληνες καὶ Μακεδόνες καὶ Ῥωμαῖοι. Ἔχει δὲ καὶ τὸ ἐν τῇ ὀρεινῇ αὐτῆς μάχιμεον γινόμενον, καὶ τὸ ἐν τῇ πεδιάδι εὔφορον καὶ κάρπιμον. Καὶ διὰ τοῦτο ἀρίστη ἐστὶ τῶν ἄλλων γαιῶν, καὶ ἔτι διὰ τὰ μέταλλα. Ὅτι οἱ Λίγυες οὐκ εἰσὶ μὲν Κελτικὸν ἔθνος, παραπλήσιον δʼ αὐτοῖς τῷ βίῳ. Νέμονται δὶ μέρος ὄων Ἄλπαων, τὸ συνάπτον τοῖς Ἀπεντίνοις ὄρεσι· μόρος δὲ καὶ τῶν Ἀπεννίνων κατέχουσιν. Ὅτι τὴν Ἰταλίαν ποιεῖ χερρόνησον τσό τε Τυρρηνικὸν πέλαγος, ἀρξάμενον ἀπὸ τοῦ Λιγγυστκεῦ, καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας. Ὅτι κατὰ Ἵππαρχον (καὶ) ἡ μία μοῖρα τοῦ εὐρανοῦ, τοῦτʼ ἔστι τὸ τξ΄ τοῦ ὄλου κύκλου μεγίστον, cτάδια ἀπολαμβάνει ἐπὶ τῆς γῆς ψ΄.