Ancient Greek · ~3 min
2 to 4
Strabo, Strabonis Geographiae Chrestomathia 2-4-4
Not analysed yet
Ὅτι ὁ Πύλος ἐστὶ μὲν παὶ πόλις· «οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον· »ἔστι δὲ καὶ ἡ χώρα· «ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης. »Περὶ δὲ τὴν πόλιν τὴν Πύλον ῥεῖ ποταμὸς Ἄμαθος καλούμενος, ὅθεν τὸ· «Πύλοιο ἄναξ ἦν ἠμαθόεντος. «Ἡ δὲ Ἦλις ἡ χώρα ἐστίν· οὔπω γὰρ ἦν ἐπὶ τῶν Ὁμήρου χρόνων ἡ γῦν Ἦλις πόλις κτισθεῖσα. Ὅτι Τριφυλία ἡ περὶ τὴν Ἦλιν χώρα ἐκλήθη διὰ τὰ τρία γένη, τό τε τῶν ἀπʼ ἀρχῆς Ἐπειῶν κατασχόντων τὴν χώραν καὶ τὸ τῶν ἐποικησάντων Μινυῶν καὶ τρίτον τὸ τῶν Ἠλείων τῶν ὕστατα ἐπικρατησάντων. Ὅτι Κυλλήνη ἐπίνειόν ἐστιν Ἠλείων, ἐπέχουσα τῆς Ἤλιδος πόλεως στάδια ρκ΄. Μέμνηται δὲ τῆς Κυλλήνης ταύτης καὶ Ὅμηρος, λέγων· «Ὦτον Κυλλήνιον, ἀρχὸν Ἐπειῶν. »Οὐ γὰρ ἀπὸ τοῦ Ἀρκαδικοῦ ὄρους ὄντα ἤμελλεν ἡγεμόνα τῶν Ἐπειῶν ἀποφῆναι.