Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 10-2
Not analysed yet
Ὅτι οἱ ἐν Πελοποννήσῳ Μεσσήνιοι ἔπεμψαν ἑαυτῶν παρθένους εἰς ἱερουργίαν τῇ Ἀρτέμιδι· ἅς τινες τῶν Λακεδαιμονίων καὶ αὐτῶν Μεσσηνίων κατὰ τὴν ὁδὸν ἐβιάσαντο. Ταύτας οἱ πέμψαντες Μεσσηνίων ἐκδικοῦντες ἐπολέμησαν τοῖς βιασαμένοις καὶ ἡττηθέντες ἔφυγον· καὶ εἰς Δελφοὺς πέμψαντες ἐνεκάλουν, μεμφόμενοι τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, εἰ τοιούτου τυγχάνοιεν, ἀνθʼ ὧν ἐτιμώρουν αὐτοῖς, καὶ πυνθανόμενοι πῶς ἂν σωθεῖεν ἀπολωλότες· ὁ δʼ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς, ἀλλὰ σεσῶσθαι, μέλλοντάς γε μὴ συναφανίσεσθαι τῇ πατρίδι, ἁλωσομένῃ μικρὸν ὕστερον ὑπὸ Σπαρτιατῶν. Οἱ δὲ πεισθέντες ἔκτισαν σὺν Χαλκιδεῦσι τὸ Ῥήγιον ἐν Σικελίᾳ.