Ancient Greek · ~9 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 11-2
Not analysed yet
Ὅτι Ῥήγιον ἐκλήθη διὰ τὸ ῥαγῆναι ὑπὸ σεισμῶν μεγάλων ἐκ τῆς ἠπείρου τήν Σικελίαν. Τεκμαίροιτο δʼ ἄν τις ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ καὶ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν, οὐκ ἀπεικὸς εἶναι καὶ τοῦτο συμβῆναι. Νυνὶ μὲν οὖν, ἀνεῳγμένων τούτων τῶν στομάτων, διʼ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν πορθμὸν γῆν· τότε δὲ, πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς· μοχλευόμενοι δʼ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν, καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτῃ νήσων· καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι ἀποσπάσματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρηνοῦσσαι καὶ Οἰνωτρίδες. Αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μέν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανὸν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διειργομένας ἐντεῦθεν ἀπερρωγέναι δοκεῖν εὐλογώτερον. Ἡ δὲ Λευκοπέτρα νοτιωτέρα ἐστὶ τοῦ Ῥηγίου, καὶ ἔτι τὸ Ἡράκλειον πέρας νότιον· καὶ ἀπ᾿ αὐτοῦ πρὸς ἀνατολὰς βορειότερον τὸ Ζεφύριον ἄκρον καὶ οἱ Ἐπιζεφύριοι Λοκροὶ, ἔποικοι τῶν πρὸς τῷ Κρισαίῳ κόλπῳ Λοκρῶν. Καί εἰσιν ἀπὸ Ῥηγίου πόλεως μέχρι Λοκρῶν πόλεως στάδιοι χ΄. πρῶτοι δὲ Λοκροὶ οὗτοι νόμοις ἐγγράπτοις ἐχρήσαντο καὶ εὐνομήθησαν ἔτη πολλά. Καὶ Διονύσιος, ἐκπεσὼν Σικελίας, ἀνομώτατα πάντων διεχρήσατο· ὅς γε προεγάμει μέν, παρεισιὼν εἰς τὸ δωμάτιον, τὰς νυμφοστοληθείσας· συναγαγὼν δέ τὰς ὡραίας παρθένους περιστερὰς ὁλοπτέρους ἐν τοῖς συμποσίοις ἠφίει κἀκείνας ἐκέλευε γυρεύειν γυμνάς· τινὰς δὲ καὶ σανδάλια ὑποδουμένας ἄζυγα, τὸ μὲν ὑψηλὸν, τὸ δὲ ταπεινὸν, περιδιώκειν ἔφασαν τοῦ ἀπρεποῦς χάριν. Δίκας μέντοι ἔδωκεν· ἐπειδὴ γὰρ εἰς τὴν Σικελίαν ἐπανῆλθε τὴν ἀρχήν ἀναληψόμενος, εἱ Λοκροὶ καταλύσαντες τήν φρουρὰν ἠλευθέρωσαν σφᾶς καὶ τῆς γυναικὸς καὶ τῶν δύο θυγατέρων καὶ τοῦ νεωτέρου υἱοῦ κύριοι κατέστησαν. Πολλὰ δὲ δεομένῳ τῷ Διονυσίῳ καὶ αὐτῷ, καὶ Ταραντίνοις ὑπέρ αὐτοῦ, προέσθαι τὰ σώματα ἐφ᾿ οἶς ἂν ἐθελήσωσιν, οὐκ ἔδοσαν· ἀλλὰ τὸν θυμὸν εἰς τὰς θυγατέρας τὸν πλεῖστον ἐξέχεαν. Καταπορνευθείσας γὰρ ἐστραγγάλισαν· εἶτα καύσαντες τὰ σώματα κατήλεσαν τὰ ὀστᾶ καὶ κατεπόντωσαν.