Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 12-3
Not analysed yet
Ὅτι Ἄληξ ποταμὸς διορίζει Ῥηγίνην τε καὶ Λοκρίδα· οὗ ἐν ταῖς ὄχθαις ἴδιόν τι συμβαίνει περὶ τοὺς τέττιγας. Οἱ μὲν γὰρ ἐν τῆ τῶν Λοκρῶν περαία φθέγγονται, τοῖς δὲ ἀφώνοις εἶναι συμβαίνει. Τὸ δ᾿ σἴτιον εἰκάζουσιν, ὅτι τοῖς μέν παλίνσκιόν ἐστι τὸ χωρίον, ὥστε ἐνδρόσους ὄντας μή διαστέλλειν τοὺς ὑμένας, τοῖς δὲ ἡλιαζομένοις ξηροὺς καὶ κερατώδεις ἔχειν, ὥστε ἀπ᾿ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Τὴν δὲ μεσόγαιαν Λοκρῶν καὶ Ῥηγίνων Βρέττιο κατέχουσιν· ἐν οἶς καὶ ἡ ἀρίστη πίττα γίνεται καὶ πλείστη.