Ancient Greek · ~1 min
9 to 10
Strabo, Strabonis Geographiae Chrestomathia 9-3-10
Not analysed yet
Ὅτι ἐστὶ καὶ ἑτέρα ὕλη μεγάλη ἐν Γερμανία, Γαβρῆτα, ἐπίταδε τῶν Σουήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός· ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν. Ὅτι Κίμβροι καλοῦνται οἱ παρωκεανῖται Γερμανοὶ, μανοὶ, οἵτινες ἐστράτευσὰν ποτε εἰς τὴν Μαιῶτν· καὶ ἀπ᾿ αὐτῶν, ὡς ἔοικε, καὶ οἱ τὸν Βόσπορον οἰκοῦντες Κιμμέριοι ἐκλήθησαν, ὧν καὶ Ὅμηρος μέμνηται. Οἰ δὲ Ἕλληνες τὸ ὄνομα σολοικίζοντες λέγουσιν.