Ancient Greek · ~1 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 13-3
Not analysed yet
Ὅτι μετὰ (τὸ ἄκρον) Λοκροὺς ἡ Σάγρα ἐστίν· ἔνθα μύριοι Λοκροὶ μετὰ Ῥηγίνων πρὸς ιγ΄ μυριάδας Κροτωνιατῶν ἀγωνισάμενοι ἐνίκησαν. Καὶ ἐκ τούτου ἡ παροιμία πρὸς τοὺς ἀπιστοῦντας· «ἀληθέστερα τῶν ἐπὶ Σάγρα. »Φασὶ δὲ τὴν αὐτὴν ἡμέραν τὴν ἀγγελίαν μηνυθῆναι Ὀλυμπίασι τοῦ ἔργου τούτου.