Ancient Greek · ~7 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 14-4
Not analysed yet
Ὅτι μετὰ Σάγραν Καυλωνία ἐστίν. Εἶτα Συλήτιον, Μενεσθέως τοῦ Ἀθηναίου κτίσμα· νῦν δὲ Σκυλάκιον καλεῖται· ἐκ τούτου δὲ ὁ Σκυλητικὸς κόλπος καλεῖται· εἶτα ἡ Κροτωνιᾶτις χώρα καὶ τῶν Ἰαπύγων ἄκραι τρεῖς· εἶτα τὸ Λακίνιον, ἱερὸν Ἥρας πλουσιώτατον. Ἀρχὴ δέ ἐστι τοῦ Κροτωνιάτου κόλπου τὸ ἄκρον τοῦτο καὶ Αἴσαρος ποταμὸς καὶ Κρότων πόλις. Τὸ δὲ θεοῦ χρήσαντος Ἀχαιοῖς Κρότωνα κτίζειν, ἀπεστάλη Μύσκελλος κατασκεψόμενος τὴν χώραν· ἰδόντα δέ φασι ἐκτισμένην ἤδη Σύβαριν, ποταμῷ τῷ πλησίον ἐπώνυμον, κρῖναι ταύτην εἶναι ἀμείνω· ἐπανελθόντα δʼ ἐρέσθαι τὸν θεὸν, εἰ κελεύοι ταύτην ἀντʼ ἐκείνης κτίζειν· τὸν δὲ ἀνειπεῖν (ἐτύγχανε δὲ ὑπόκυφος ὢν ὁ Μύσκελλο)· Μύσκελλε βραχύνωτε παρὲκ σέθεν ἄλλο ματεύων, κλαύματα θηρεύεις· δῶρον δ᾿, ὅ τι δῶ τις, ἐπαίνει. Ἐπανελθόντα δὲ κτίσαι τὸν Κρότωνα, συμπράξαντος καὶ Ἀρχίου τοῦ τὰς Συρακούσσας οἰκίσαντος, προσπλεύσαντος κατὰ τύχην, ἡνίκα ὥρμητο ἐπὶ τὸν τῶν Συρακουσσῶν οἰκισμόν. ᾬκουν δὲ Ἰάπυγες τὸν Κρότωνα τότε. Δοκεῖ οὖν ὁ Κρότων τά τε πολέμια καλῶς ἀσκῆσαι καὶ τὰ περὶ τὴν ἄθλησιν· ἐν μιᾷ γοῦν Ὀλυμπιάδι οἱ τῶν ἄλλων προτερήσαντες τῷ σταδίῳ ζ΄ ἄνδρες ἄπαντες ὑπῆρξαν Κροτωνιᾶται· ὥστε εἰκότως εἰρῆσθαι δοκεῖ, διότι Κροτωνιατῶν ὁ ἔσχατος πρῶτος ἦν τῶν ἄλλων Ἑλλήνων. Ἀλλὰ καὶ Μίλων ὁ Κροτωνιάτης ἀθλητὴς, Πυθαγόρου μαθητὴς γεγονὼς, θαυμαστὰ διεπράξατο ἀγωνίσματα ἐν Ὀλυμπίᾳ. Φασὶ δὲ αὐτὸν ἐν τοῖς Πυθαγορείοις ὄντα καὶ συνεστιώμενον, ἑνὸς τῶν στύλων πεσεῖνμέλλοντος, ὑποβαλόντα ἑαυτὸν ἐκσῶσαί τε τοὺς συνόντας καὶ ἑαυτὸν ὑποσπάσαι. Τῇ δʼ αὐτῇ ῥώμῃ χρώμενόν φασιν, ὁδοιποροῦντά ποτε δʼ ὅλης βαθείας, παραβῆναι τὴν ὁδὸν ἐπὶ πολύ· εἶθ᾿ εὑρόντα ξύλον ἐσφηνωμένον, ἐμβαλόντα χεῖρας ἅμα καὶ πόδας εἰς τὴν διάστασιν, βιάζεσθαι πρὸς τὸ διασχίσαι· τοσοῦτον δʼ ἰσχῦσαι μόνον, ὥστʼ ἐκπεσεῖν τοὺς σφῆνας, εἶτ᾿ εὐθὺς τὰ μέρη ἐπισυμπεσεῖν τοῦ ξύλου· ἀποληφθέντα δʼ αὐτὸν ἐν τοιαύτῃ πάγῃ θηριόβρωτον γενέσθαι.