Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 15-4
Not analysed yet
Ὅτι ἐφεξῆς τῷ Κρότωνι σταδίοις σ΄ ἡ Σύβαρίς ἐστι πόλις, μεταξὺ δυεῖν ποταμῶν Κράθιδος καὶ Συβάριδος· τοσοῦτον δὲ ἡ πόλις εὐτύχησεν, ὡς δ΄ μὲν ἐθνῶν τῶν πλησίον ἦρξεν, κε΄ δὲ πόλεων, λ΄ δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κρότωνα ἐστράτευσεν, ν΄ δὲ σταδίων κύκλον οἱ συνοικοῦντες ἐπλήρουν ἐπὶ τῷ Κρέθιδι. Ὑπὸ μέντοι τρυφῆς καὶ ὕβρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφῃρέθησαν ὑπὸ Κροτωνιατῶν ἐν ἡμέραις ο΄. Ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν. Τὴν δὲ πόλιν οἱ περιλειφθέντες εἰς ἕτερον τόπον μετέθηκαν καὶ Θουρίους προσηγόρευσαν, ἀπό τινος κρήνης πλησίον οὔσης ὀνομάσαντες.