Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΟΝ ΒΙΒΛΙΟΓ Δ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 17-2
Not analysed yet
Ὅτι ἡ πλείστη τῆς Μεγάλης Βρετανίας πεδιάς ἐστι καὶ κατάδρυμος· πολλὰ δὲ ἔχει καὶ ὀρεινά φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ μέταλλα χρυσοῦ καὶ ἀργύρου καὶ σιδήρου· καὶ δέρματα δὲ καὶ ἀνδράποδα χορηγεῖ καὶ κύνας κυνηγετικούς. Κελτοὶ δὲ καὶ τοῖς κυσὶ τούτοις χρῶνται πρὸς τοὺς πολέμους. Εἰσὶ δ᾿ οἱ Βρετανοὶ εὐμήκεις τοῖς σώμασιν· τὰ δ᾿ ἤθη ἁπλούστερα καὶ βαρβαρώτερα ἔχουσιν, ἤπερ οἱ Κελτοί· ὥστ᾿ ἔνιοι διὰ τὸ ἀγνοεῖν, καίτοι γάλακτος εὐποροῦντες, οὐ τυροποιοῦσιν. Ἄπειροι δ᾿ εἰσὶ καὶ κηπείας καί τινων γεωργίας τρόπων. Πόλεις δ᾿ αὐτοῖς οἱ δρυμοί εἰσι· περιφράξαντες γὰρ δένδρεσι καταβεβλημένοις εὐρυχωρῆ κύκλον, ἐνταῦθα καὶ αὐτοὶ καλυβοποιοῦνται καὶ τὰ βοσκήματα κατασταθμεύουσιν, οὐ πρὸς πολὺν χρόνον. ἔπομβροι δ᾿ εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις αὐτοῖς Ἐν δὲ ταῖς αἰθρίαις ὀμίχλη κατέχει πολὺν χρόνον, ὥστε δι᾿ ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημβρίαν ὁρᾶσθαι τὸν ἥλιον.