Ancient Greek · ~2 min
16 to 18
Strabo, Strabonis Geographiae Chrestomathia 16-3-18
Not analysed yet
Ὅτι ὁ Σύβαρις ποταμὸς τοὺς πίνοντας ἵππους ἀπʼ αὐτοῦ πτυρτικοὺς ποιεῖ· διὸ καὶ τὰς ἀγέλας ἀπείργουσιν ἀπʼ αὐτοῦ. Ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους ξανθοτριχεῖν καὶ λευκοτριχεῖν ποιεῖ λουομένους καὶ ἄλλα πολλὰ πάθη ἰᾶται. Ὅτι Θούριοι ὑπὸ Λευκανῶν ἠνδραποδίσθησαν· Ῥωμκῖοι δὲ, ἐποίκους στείλαντες ἐπʼ αὐτὴν, μετωνόμασαν τάν πόλιν Κοπίας. Ὅτι μετὰ Θουρίους Ἡράκλειά ἐστι πόλις καὶ μετ᾿ αὐτὴν ἀπὸ σταδίων μ΄ Μεταπόντιόν ἐστι πόλις, κτίσμα Πυλίων, τῶν ἐξ Ἰλίου μετὰ Νέστορος πλευσάντων· καὶ τοσοῦτον ἀπὸ γεωργίας εὐτύχησαν, ὡς ἐν Δελφοῖς ἀναθεῖναι χρυσοῦν θέρος.