Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 20-4
Not analysed yet
Ὅτι ὁ Βορυσθένης ποταμὸς, εἶτα πρὸς βορρᾶν καὶ ἀνατολὰς ὁ Ὕπανις ποταμὸς, ἀπὸ τοῦ Τύρα ποταμοῦ· καὶ πρὸ αὐτῶν νῆσος Βορυσθένης. Ἀναπλεύσαντι δὲ τὸν Βορυσθένη στάδια σ΄ πόλις ἐστὶν ὁμώνυμος τῷ ποταμῷ· ἡ δʼ αὐτὴ καὶ Ὀλβία καλεῖται, κτίσμα Μιλησίων, ἐμπορεῖον μέγα. Μεταξὺ δὲ τοῦ Ἴστρου ποταμοῦ καὶ τοῦ Βορυσθένους πρώτη ἐστὶν ἡ τῶν Σκυθῶν ἐρημία· εἶτα Τυραγέται· εἶτα Ἰάζυγες Σαρμάται καὶ οἱ Βασιλήιοι λεγόμενοι Σκύθαι.