Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 19-4
Not analysed yet
Ὅτι τῶν τριῶν πλευρῶν τῆς Σικελίας τὸ μέν μέγιστον, μεταξὺ Πελωρίδος καὶ Λιλυβαίου, κυρτόν ἐστι, σταδίων αψκ΄· τὰ δὲ δύο κοῖλά πως. Ἡ δὲ μεταξὺ Παχύνου καὶ Πελωρίδος ὲλαχίστη σταδίων αρλ΄· ὁ δέ περίπλους σταδίων δυ΄· ἀπὸ δέ Λιλυβαίου εἰς τὴν Λιβύην τὸ δίαρμα στάδιοι αφ τοὐλάχιστον. Καὶ τῶν ὀξυδορκούντων τις ἀπὸ τινος σκοπιᾶς τοῖς ἐν Λιλυβαίῳ ἀπαγγέλλει τὸν ἀριθμὸν τῶν ἀπὸ Λιβύης σκαφῶν ἀναγομένων. Πόλεις δέ εἶσι κατὰ μέν τὸ ἀνατολικὸν πλευρὸν Μεσσήνη βορειοτάτη, εἶτα Ταυρομένιον, εἶτα Κατάνη, Νάξος, Μέγαρα, Συράκουσασαι. Ἡ δὲ Μεσσήνη πρότερον Ζάγκλη ἐκαλεῖτο διὰ τὴν τοῦ τόπου σκολιότητα. Δείκνυται δέ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ τῆς Μεσσήνης ἐν τῶ πορθμῷ, βάθος ἐξαίσιον, εἰς δ αἱ παλίρροιαι τοῦ πορθμοῦ κατάγουσιν εὐφυῶς τὰ σκάφη τραχηλιζόμενα μετὰ συστροφῆς καὶ δίνης μεγάλης· καταποθέντων δὲ καὶ διαλυθέντων τὰ ναυάγια παρασύρεται πρὸς ἠιόνα τῆς Ταυρομενίας, ἣν καλοῦσιν ἀπὸ τοῦ συμπτώματος τούτου Κοπρίαν. Ἀπέχει δ᾿ ἡ Μεσσήνη ἀπὸ Ῥηγίου πόλεως δίαρμα σταδίων ξ΄· ἀπὸ δὲ Στυλίδος πολὺ ἔλαττον. Τοσοῦτον δ᾿ οἱ Μαμερτῖνοι ἔθνος ἐπεκράτησι τῆς ώρας, ώς τὸν λαριστον οἶνον μὴν Μεσσήιον, ἀλλὰ Μαμερτῖνον καλεῖσθαι.