Ancient Greek · ~8 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΕ.
Strabo, Strabonis Geographiae Chrestomathia 21-5
Not analysed yet
Ὅτι τὸ τῶν Ἰνδῶν πλῆθος εἰς ζ΄ μέρη διήρηται· ὧν πρῶτοι μὲν οἱ φιλόσοφοι, ἐντιμότατοι καὶ ὀλίγιστοι. Χρῶνται δ᾿ αὐτοῖς δημοσίᾳ τε καὶ ἰδίᾳ, θύοντές τε καὶ ἐναγίζοντες καὶ μαντευόμενοι· ὃς δ᾿ ὅν τρὶς μαντευσάμενος ἀστοκχήσῃ, ἀναγκάζεται διὰ βίου σιγᾶν, ὁ δὲ κατορθώσας ἀτελὴς καὶ ἔφορος γίνεται. Δεύτεροι δ᾿ οἱ γεωργοὶ, πλεῖστοί τε ὅντες καὶ ἐπιεικεῖς διὰ τὸ μή στρατεύεσθαι ἔστι δ᾿ ἡ γῆ πᾶσα βασιλικὴ, μισθοῦ δ᾿ αὐτὴν ἐπὶ τετάρταις ἐργάζονται τῶν καρπῶν. Τρίτοι δ᾿ οἱ ποιμένες καὶ θηρευταὶ, οἶς μόνοις ἔξεστι θηρεύειν καὶ θρεμματοτροφεῖν, σκηνῖται ὄντες καὶ μετανάσται. Οἱ δ᾿ ἐλέφαντες ιὸ μῆνας κατὰ γαστρὸς φέρονται, παρὰ δὲ τῆ μητρὶ Ϛ΄ ἔτη τρέφονται, ζῶσι δ᾿ ἔτη πλεὶω τῶν σ΄. Τῶν δὲ Λιβυκῶν οἱ Ἰνδικοὶ μείζους τέ εἶσι καὶ ῥωμαλεώτεροι· ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιροῦσι καὶ δένδρα ἀνασπῶσι πρόρριζα, διανιστάμενοι εἰς τοὺς ἀπισθίους πόδας. Τοσοῦτον δ᾿ εἰσὶν εὐτιθάσσευτοι καὶ θυμόσοφοι, ὥστε καὶ λιθάζειν μανθάνουσι καὶ ὅπλοις χρῆσθαι καὶ νεῖν. Οἱ δὲ χρυσοφόροι μύρμηκες, ὥσπερ οἱ ἀσπάλακες, ὀρύττουσι τήν γῆν, χρυσῖτιν οὖσαν, ἢν οἱ Ἰνδοὶ σοφίσμασί τισιν ὑποκλέπτουσι φοβοῦνται γὰρ, μή ληφθέντες ὑπὸ τῶν μυρμήκων ἀπόλωνται καὶ γὰρ μέγεθος μέν ἔχουσιν ὑπὲρ ἀλώπεκα, τάχος δ᾿ ὑπὲρ λαγών. Οἱ δ᾿ ὄφεις, οἱ μὲν μικροὶ καὶ σπιθαμιαῖοι ἀφύλακτοί τέ εἰσι καὶ θανατώδεις, οἱ δὲ μεγάλοι καὶ ὑπὲρ τοὺς ιε΄ πήχεις δυνάμεως περιουσία πάλιν ἀφόρητοι, ἐπαοιδαῖς δὲ καὶ βοτανῶν ῥίζαις ἰῶνται. Κροκόδειλοι δʼ εἰσὶν ἐν τῷ Ἰνδῷ ποταμῷ, μικρότεροι τῶν Νειλώων. Τέταρτοι δʼ εἰσὶν οἱ χειρώνακτες καὶ κάπηλοι. Πέμπτοι δʼ οἱ πολεμισταὶ, οἵτινες τὰ μὲν ἄλλα ἔτη εὐπαθοῦσι, σιτιζόμενοι προῖκα, ἐν δὲ τοῖς πολέμοις ἐξέρχονται. Ἔκτοι δʼ οἱ ἔφοροι, οἵτινες ἐπισκοποῦντες λάθρα ἀναγγέλλουσι ταῖς ἀρχαῖς τὰ εὖ ἢ κακῶς πραττόμενα. Ἔβδομοι δʼ οἱ σύνεδροι καὶ σύμβουλοὶ τοῦ βασιλέως, ἐξ ὧν τὰ ἀρχεῖα καὶ δικαστήρια καὶ ἡ διοίκησις τῶν ὅλων. Οὐ δεῖ δʼ ἐξ ἄλλου γένους γαμεῖν οὔτʼ ἐπιτηδεύειν τι ἀντ᾿ ἄλλου ἄλλο, οὐδὲ πλείους μεταχειρίζεσθαι τὸν αὐτὸν τέχνας, πλὴν εἰ φιλοσοφεῖν μόνον.