Ancient Greek · ~2 min
17 to 18
Strabo, Strabonis Geographiae Chrestomathia 17-4-18
Not analysed yet
Ὅτι οἱ μὲν ἄλλοι Πύλοι παραθαλάσσιοί εἰσιν, ὁ δὲ τοῦ Νέστορος, ὁ Τριφυλιακὸς καὶ Ἀρκαδικὸς καὶ Λεπρεατικός, ὑπὲρ τοὺς λ΄ σταδίους τῆς θαλάσσης ἀπέχει, ὡς δηλοῖ ὁ Πεισίστρατος καὶ ὁ Τηλέμαχος, μὴ εἰσελθόντες εἰς τὴν πόλιν μετὰ τοῦ ἄρματος, ἀλλὰ παραλλάξαντες. Ὅτι ὁ Τηλέμαχος, ὑφορώμενος τὴν τῶν μνηστήρων ἐνέδραν, ἔπλεε πρῶτον μέν πρὸς βορρᾶν ἕως Ἤλιδος, εἶτα ἐκεῖθιν διὰ τῶν Ἐχινάδων νήσων ἕως ἐκεῖθεν αὖθις ἔκαμψε πρὸς νότον καὶ παρήλλαξε τὴν ἐνέδραν.