Ancient Greek · ~7 min
6 to 16
Strabo, Strabonis Geographiae Chrestomathia 6-4-16
Not analysed yet
Ὅτι εἴωθεν Ὅμηρος τὰ μέρη πολλάκις τοῖς ὅίλοις συναριθμεῖν· οἶον· «ἀνʼ Ἐλλάδα καὶ μέσον Ἄργος »καὶ «ἀνʼ Ἐλλάδα τε Φθίην τε· »καὶ «οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων· »καὶ «Κουρῆτές τʼ έμέχοντο καὶ Αἰτωλοί. »Τοιοδτόν ἐστι καὶ τὸ «οἳ δ᾿ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον· »τὸ γὰρ Βουπράσιον μέρος ἐστὶ τῆς Ἤλιδος μοίρας. Ὄτι ἐστί τις ποταμὸς Ἀχελῷος περὶ Δύμην πόλιν τῆς Ἤλιδος, ὁμώνυμος τῷ κατὰ τὴν Ἀκαρνανίαν ποταμῷ Ἀχελῴῳ καλουμένῳ. Ὅτι ἀπὸ Φειᾶς πόλεως τῆς ἐν Ἤλδι ἕως Ὄλυμπίας ἀπὸ θαλάσσης ἄνοδος στάδιοι ρκ΄ τὸ ἐγγυτάοω. Ὅτι ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται Εὐρώτας τε καὶ Ἀλφειὸς, ἐξ Ἀσέας κώμης τῆς Μεγαλοπολίτιδος, δύντες δὲ ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, καὶ ὁ μὲν εἰς τὴν Λακωνικήν, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται. Ὅτι ὁ Ἀλφειὸς ποταμὸς, παραλαβὼν τόν τε Κελάδοντα καὶ Ἐρύμανθον καὶ ἄλλους ποταμοὺς καὶ διελθὼν παρὰ τὴν Ὀλυμπίαν, ἐκβάλλει εἰς τὴν Σικελικὴν θάλασσαν. Ὅτι πρὸς ἀνατολὰς τοῦ Πύλου ἠμαθόεντος ὄρος ἐστὶ καλούμενον Μίνθη. Φασὶ δὲ τὴν Μίνθην, παλλακίδα οὖσαν τοῦ Ἅιδου πρὶν, ἀπατηθῆναι μὲν ὑπὸ τῆς Κόρης, μεταμορφωθῆναι δὲ εἰς τὸ φυτὸν τὴν μίνθην, ὅπερ ἐστὶ τὸ ἡδύοσμον. Ὅτι ὁ πρὸ τοῦ Πύλου αἰγιαλὸς θινώδης ἐστὶ καὶ στενὸς, ὅθεν ἠμαθόεις ὁ Πύλος. Ὅτι Λέπρεον πόλις τῆς Μεσσηνίας, ἀφ οὗ ὁ ἠμαθόεις Πύλος Λεπρεάτης. Ὅτι, ἔνθα ὁ Τηλέμαχος κατέλαβε τὸν Νέστορα θύοντα, τὸ ἱερόν ἐστι τοῦ Σαμίου Ποσειδῶνος· ἡ δὲ Σάμος κώμη ἐστὶ τῆς Μεσσηνίας. Ὅτι τὴν Θρυόεσσαν πόλιν, αἰπεῖαν κολώνην, καὶ Θρύον, Ἀλφειοῖο πόρον, τὴν αὐτήν λέγει εἶναι Ὅμηρος· καὶ γὰρ ἐκεῖ περάσιμος γίνεται ὁ Ἀλφειὸς ποταμός. Ἀλφειὸς δὲ ὠνόμασται διὰ τὸ δύναμιν ἔχειν τοὺς ἀλφοὺς ἰᾶσθαι. Ὅτι ἡ Οἰχαλία πόλις, ἡ τοῦ Εὐρύτου Οἰχαλιῆος, ἡ νῦν καλουμένη Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοῖκῷ.