Ancient Greek · ~7 min
5 to 18
Strabo, Strabonis Geographiae Chrestomathia 5-2-18
Not analysed yet
Ὅτι τὰ Γάδειρα ἀπέχει τῆς Βαιτικῆς τοῦ αἰγιαλοῦ στάδια ψν΄. Ὅτι λέγουσιν οἱ περὶ τὴν Βαιτικὴν Ἴβηρες ἀναχύσεις τὰς πληρουμένας τῇ θαλάττῃ ἐν ταῖς πλημμυρίσι κοιλάδας καὶ ποταμεῶν δέκην εἰς τὴν μεσόγαιαν ἀνέπλους ἐχούσας. Ὅτι ἀπὸ τοῦ Ἱεροῦ ἔκρου ἐπὶ τὸ τοῦ Ἄνα στόμα μέλιά εἰσιν ξ΄ ἔντεῦθεν δʼ ἐκὶ τὸ τοῦ Βαίτιος στόμα υίλια ρ´· εἶτα εἰς Γάδειρα μίλια ο΄. Ὅτι περὶ τὴν Βαιτικὴν μεγάλαι πόλεις, Κορδύβη, Γαδίτανα, Ἵσπαλις, Ἰτάλικα, Ἴλιπα, Ἀστίγα, Κάρμων, Ὀβούλκων καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Ἰοωλία καὶ Αἴγουα καὶ Μοῦνδα, ἔνθα οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν· πᾶσαι δ᾿ αὗται Κορδύβης οὐκ ἄπωθέν εἰσιν. Ὅτι οἱ Πομπηίου παῖδες, Γναῖος μὲν ἡττηθεὶς ἔφυγεν εἰς Καρτηίαν κἀκεῖ διεφθάρη· Σέξτος δὲ, ἐκ Κορδύβης σωθεὶς καὶ ὀλίγον ὕστερον Σικελία προσχὼν καὶ ἀποστήσας αὐτὴν, εἶτα καὶ ἐξ αὐτῆς ἐκπεσὼν, πλεύσας εἰς Μίλητον καὶ ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν, αὐτοῦ κἀκεῖνος ἐτελεύτησεν. Ὅτι ὁ Βαῖτις ἀναπλέεται ὁλκάσι μεγάλαις εἰς τὴν μεσόγαιαν στάδια φ΄, ἕως Ἱσπάλιος. Καὶ εἰσὶ περὶ τὰς ὄχθας αὐτοῦ μέταλλα ἄλλα τε καὶ ἄργυρος πλεῖστος. Ὅτι ἀπὸ τῶν ἀναχύσεων πᾶσα σχεδὸν ἡ Βαιτικὴ πλοΐζεται. Ὅτι περὶ τὴν Ἰβηρίαν ἕως Σαρδοῦς οἱ ἐτησίαι εὖροι γίνονται ἐν τῇ ἔσω θαλάσσῃ. Ὅτι, Ἰβηρία πᾶσα τῶν ὀλεθρίων θηρίων σπανίζει, πλὴν τῶν γεωρύχων λαγιδέων, οὓς ἔνιοι λεβηρίδας προσαγορεύουσι· λυμαίνονται γὰρ καὶ φυτὰ καὶ σπέρματα ῥιζοφαγοῦντες. Τοῦτο δὲ γίνεται καὶ ἕως Μασσαλίας καὶ τινων νήσων περὶ αὐτήν. Ὅτι τοσοῦτος ἦν πλοῦτος τοῖς περὶ τὴν Τουρδητανίαν Ἴβηρσιν, ὡς τοὺς μετὰ Βάρκα στρατεύσαντας Καρχηδονίους εὑρεῖν αὐτοὺς πίθοις καὶ φιάλαις παναργύροις χρωμένους. Ὅτι ἡ Λουσιτανία εὐδαίμων ἐστὶ καὶ ἔχει καὶ ψῆγμα χρυσοῦ πλεῖστον. Ὅτι τὸ βορειότατον ἄκρον τῆς Ἰβηρίας Νέριον καλεῖται. Ὅτι ἡ Νέα Καρχηδὼν τῆς Ἰβηρίας, ἐν τῇ ἔσω θαλάσσῃ κειμένη, κτίσμα ὲστὶν Ἀσδρούβα, τοῦ δεξαμένου Βάρκαν, τὸν Ἀννίβα πατέρα. Ὅτι σχεδὸν πᾶσα ἡ Ἰβηρία μέταλλα παντοῖα ἔχει, μάλιστα δὲ χρυσοῦ τε καὶ ἀργύρου.