Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 20-3
Not analysed yet
Ὅτι ἐκ τῶν τῆς Αἴτνης ῥυάκων τοῦ πυρὸς, κατερχομένων πρὸς τὴν Καταναίαν ποτὲ, Ἀμφίνομος καὶ Ἀναπίας, εὐσεβεῖς ἄνδρες, ἀράμενοι τοὺς γονέας ἐπὶ τῶν ὥμων διέσωσαν. Κατατεφρούμενα δέ τὰ Καταναίων χωρία πρὸς καιρὸν λυπεῖ, χρόνῳ δὲ ποιεῖ ὕστερον εὐάμπελον καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου. Τὰς τε ῥίζας ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν ἐπὶ τοσοῦτον τὰ πρόβατά ,ὥστε πνίγεσθαι, καὶ διὰ τοῦτο δι᾿ ἡμερῶν δ΄ ἀφαιροῦσιν ἐκ τῶν ὤτων αἷμα, καθάπερ καὶ ἐν τῇ Ἐρυθεία νήσῳ ποιοῦσιν. Ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφ᾿ ἱκανὸν βάθος, ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν. Τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, ςἶτ᾿ ἀναβληθιίσης, τὸ ὑπερχυθέν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας, ῥέων κατὰ τῆς ὀρεινῆς. Εἶτα πῆξιν λαβὼν γίνεται λίθος μυλίας, τὴν αὐτὴν φυλάττων χρόαν, ἣν ῥέων εἶχεν· καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται. Καθάπερ οὖν τὸ πήγανον τῇ ξυλίνῃ σποδῷ τρέφεται, τοιοῦτον ἔχειν τι οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν.