Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 5-4
Not analysed yet
Ὅτι μετὰ τὴν Κυλλήνην πρὸς νότον ὁ Σελλήεις ἐστὶ ποταμὸς, ῥέων ἐκ Φολόης διὰ πόλεως Ἐφύρας, ἑτέρας οὔσης τῆς Θετταλικῆς καὶ τῆς Θεσπρωτικῆς καὶ τῆς Κορίνθου· καὶ περὶ ταύτης λέγει Ὅμηρος· «τὴν ἄγετʼ ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. Ἐκῖ δὲ καὶ Ὀδυσσεὺς ᾤχετο· «φάρμακον ἀνδροφόνον διζήμενος. »καὶ δὲ καὶ περὶ ταύτης λέγουσιν οἱ μνηστῆρες· «ἠὲ καὶ εἰς Ἐφύρην ἔλθοι πίειραν ἄρουραν. Ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ. »Ἐκεῖθεν ἦν καὶ ἡ τοῦ Αὐγείου θυγάτηρ· «ἣ τόσα φάρμακα ᾔδει, δσατρέφει εὐρεῖα χθών.» Πρὸ δὲ αὐτοῦ καὶ ὁ Μινύειος ποταμός ἐστιν· εἶτα ἡ Χελωνάτας ἄκρα πρὸς νότον, καὶ Πύλος ἕτερος τοῦ Μεσσηνιακοῦ τοῦ Νέστορα θρέψαντος. Τρεῖς γάρ εἰσι Πύλοι, ὡς καὶ τὸ ἔπος δηλοῖ «ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλος, »δ τε Μεσσηνιακὸς καὶ ὁ τῆς Ἤλιδος καὶ ὁ Τριφυλιακός.