Ancient Greek · ~2 min
21 to 23
Strabo, Strabonis Geographiae Chrestomathia 21-2-23
Not analysed yet
Ὅτι ἡ προσάρκτιος πᾶσα ἀπὸ Γερμανίας μέχρι τῆς Κασπίας θαλάσσης πεδιάς ἐστιν, ἢν ἴσμεν. Ὅτι Ῥωξολανοὶ, περὶ τὴν Μαιῶτιν οἰκοῦντες, ἐπολέμουν πρὸς τοὺς τοῦ Εὐπάτορος Μιθριδάτου στρατηγοὺς, ἔχοντες ἡγεμόνα Τάσιον. Ὅτι αἱ τοῦ Βορυσθένους ποταμοῦ ἐκβολαὶ ἐν τῷ μυχῷ κεῖνται τοῦ Ταμυράκου κόλπου καὶ ἡ Βορυσθένης νῆσος· ὁ δὲ Καρκινίτης ποταμὸς ἐν τῷ μυχῷ ἐκδίδωσι τοῦ ὁμωνύμου κόλπου· καὶ περιέχεται μεταξὺ τῶν δύο κόλπων τούτων ἡ Ταυροσκυθία χερρονησίζουσα, ἦς τὰ νότια μέρη εὐθεῖά ἐστιν αἰγικλὸς, ὁ Ἀχίλλειος δρόμος.