Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 24-5
Not analysed yet
Ὅτι τὰ περὶ Μαιῶτιν χωρία διὰ τὴν ψῦξιν ὄνους οὐ τρέφει· δύσριγον γὰρ τὸ ζῷον. Οἵ τε βόες, οἱ μὲν ἄκεροι γίνονται, τῶν δὲ ἀπορρινῶσι τὰ κέρατα· καὶ γὰρ τοῦτο δύσριγον τὸ μέρος. Οἵ τε ἵπποι μικροὶ γίνονται, τὰ δὲ πρόβατα μεγάλα. Ὁ δὲ διάπλους τοῦ Βοσπόρου ἁμαξεύεται ἐκ τοῦ Παντικαπαίου εἰς Φαναγορίαν, ὥστε καὶ πηλὸν εἶναι καὶ ὁδόν· ὀρυκτοί τέ εἰσιν ἰχθύες, οἱ ἀποληφθέντες ἐν τῷ κρυστάλλῳ, θηρευτοὶ γαγγάμῃ τῷ ἐργαλείῳ, καὶ μάλιστα οἱ ἀντακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος. Ἡ δὲ ἄμπελος χειμῶνος κατορύττεται. Τὰ δὲ καύματα τοῦ θέρους σφοδρὰ γίνονται, τάχα μέν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων νηνεμούντων, ἢ καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέφεσιν οἱ παρήλιοι ποιοῦσιν.