Ancient Greek · ~7 min
22 to 32
Strabo, Strabonis Geographiae Chrestomathia 22-3-32
Not analysed yet
Ὅτι Ἰνδοὶ οἶλνον οὐ πίνουσι, πλὴν ἐν θυσίαις μόνον, ἀλλ᾿ ἀπὸ χυλοῦ ὀρύζης ποιοῦσι τὸ πόμα, οὐχὶ δὲ κριθῆς. Ὅτι Ἰνδοὶ τοσοῦτον ἁπλότητος μεταποιοῦνται, ὡς μηδὲ τὰ οἴκοι φυλάττειν· τὴν γὰρ ἀπιστίαν φασὶ πονηροδιδασκαλίαν εἶναι. Ὅτι Ἰνδοὶ ἀλήθειαν καὶ ἀρετὴν μάλιστα ἐπιτηδεύουσι, καὶ ὁ ἁλοὺς ἐπὶ ψευδομαρτυρίᾳ ἀκρωτηριάζεται. Ὅττι τοὺς τῶν Ἰνδῶν βασιλεῖς γυναῖκες κομίζουσιν ἐπιμελόμεναι· ἐὰν δέ τις γυνὴ μεθύοντα βασιλέα ἀποκτείνῃ, τιμᾶται. Ὅτι τῶν παῤ Ἰνδοῖς σοφῶν δύο γένη ἐστίν ὧν οἱ μὲν Βραχμᾶνές εἰσιν, οἱ δὲ Γερμᾶνες. Οἱ δὲ Βραχμᾶνες ἀπέχονται ἐμψύχων καὶ ἀφροδισίων, φιλομαθοῦντες ἐν ἀφθόνῳ διαθέσει· ὁ δʼ ἀκροατὴς οὔτε χρέμψαιτο οὔτε λαλήσαι οὔτε πτύσαι ἀλλʼ εὐτάκτως σιγᾷ· ἔτη δὲ λζ΄ οὕτως ζήσας ἕκαστος ἀναχωρεῖ εἰς τὰ οἰκεῖα καὶ μετὰ ταῦτα ἐν εὐπαθείᾳ ζῇ, χρυσοφορῶν καὶ κρεῶν ἁπτόμενος. Ὅτι Ἰνδοὶ νομίζουσι τὸν μὲν ἐνθάδε βίον ὡς ἂν ἀκμὴν κυομένων εἶναι, τὸν δὲ θάνατον γένεσιν εἰς τὸν ὄντως βίον τὸν εὐδαίμονα τοῖς φιλοσοφήσασι· τὸν δὲ κόσμον γεννητὸν καὶ φθαρτόν φασι καὶ σφαιροειδῆ, καὶ ὅτι ὁ ποιήσας καὶ διοικῶν αὐτὸν θεὸς δι᾿ ὅλου διαπεφοίτηκεν αὐτοῦ, καὶ ὅτι αἱ ψυχαὶ ἀθάνατοί εἰσι, καὶ τὰ ὑπὸ γῆν δικαιωτήρια. Ὅτι οἱ Γερμᾶνες τὸ πολιτικὸν τῆς φιλοσοφίας μετέρχονται τῇ δὲ ἰατρικῇ χρῶνται, οὐ τῇ διὰ φαρμάκων, ἀλλὰ τῇ διὰ διαίτης τὸ πλέον· καὶ τῶν φαρμάκων τὰ ἐπίπλαστα καὶ ἐπίχριστα εὐδοκιμεῖν. Ὅτι πάντες Ἰνδῶν οἱ σοφοὶ καρτερίαν ἀσκοῦσι, τήν τʼ ἐν τοῖς πόνοις καὶ τὴν ἐν ταῖς ἐπιμοναῖς, ὥστʼ ἐφ᾿ ἑνὸς σχήματος ἀκίνητον διατελέσαι τὴν ἡμέραν ὅλην. Ὅτι οἱ ἐν Ταξίλοις Ἰνδοὶ τοὺς τελευτήσαντας ἀτάφους ῥίπτουσιν. Ὅτι οἱ παρ᾿ Ἰνδοῖς σοφοὶ, ἡνίκα αἴσθωνται νοσούντων ἑαυτῶν, αἰσχρὸν τοῦτο ἡγούμενοι, έηάγουσιν ἑκυτοὺς τοῦ ζῆν διὰ πυρός. Ὅτι Πῶρός τις, Ἰνδὸς βασιλεὺς, ἀπέστειλε πρὸς Καίσαρα τὸν Θεὸν δῶρα, ἄνθρωπόν τε ἔξ ἀρχῆς ἀποτετμημένων τῶν ὤμων ἄχειρα καὶ ἐχίδνας μεγάλας καὶ ὄφιν πηχῶν ι΄ καὶ χελώνην ποταμίαν τρίπηχυν καὶ πέρδικα μείζω γυπός.