Ancient Greek
33 to 34
Strabo, Strabonis Geographiae Chrestomathia 33-6-34
Not analysed yet
Ὅτι πρὸς δυσμὰς τοῦ Ἰνδοῦ ποταμοῦ ἥ τε Ἀρεία ἐστὶ καὶ πρὸς νότον Ἀραχωσία καὶ Γεδρωσὶα ἔτι, τετράπλευρον οὖσα, οὗ τὸ μέν νότιον πλευρὸν ἡ Ἐρυθρὰ, τὸ δ᾿ ἀνατολικὸν ὁ Ἰνδὸς, τὸ δ δυτικὸν ὁ Περσικὸς κόλπος, τὸ δὲ βόρειον τὰ ὄρη τοῦ Ταύρου, ἃ καλεῖται Βάγωα καὶ Πάρσυντα. Τὸ δὲ μῆκος τῆς θαλάσσης στάδιοι μύριοι γ. Ὅτι γίνεται κήτη ἐν τῇ Ἐρυθρᾷ, πηχῶν ὄντα οβ΄. Ἐπίγραμμα ἐπὶ τῷ τάφῳ Κύρου τοῦ βασιλέως· «Ἐνθάδ᾿ ἐγ κεῖμαι Κῦρος, βασιλεὺς βασιλήων. Ἐπὶ δὲ τοῦ Δαρείου οὕτως· «Φίλος ἦν τοῖς φίλοις, ἱπππεὺς καὶ τοξότης ἄριστος ἐγενόμην, κυνηγῶν ἐκράτουν, πάντα ποιεῖν ἠδυνάμην. »