Ancient Greek · ~7 min
25 to 35
Strabo, Strabonis Geographiae Chrestomathia 25-3-35
Not analysed yet
Ὅτι ἀπὸ Ὠστίας ἕως Σινουέσσης ἡ παραλία Λατίνη καλεῖται· εἰς δὲ τὴν μεσόγαιαν μέχρι Καμπανίας διήκει καὶ Σαμνιτῶν. Ἅπασα δ᾿ ἐστὶν εὐδαίμων καὶ πάμφορος, πλὴν ὀλίγων χωρίων λοιμωδῶν καὶ ἑλωδῶν καὶ νοσερῶν. Ὅτι τὰ Ὥστια πόλις ἐστὶν ἀλίμενος παραλία διὰ τὰς τοῦ Τιβέριδος προχώσεις. Ἐκδέχονται δὲ τὰς φορτηγοὺς ὁλκάδας πλησίον τὰ ὑπηρετικὰ σκάφη τὸν γόμον μεταγγίζοντα· καὶ οὕτως ὁ ἀνάπλους γίνεται πρὸς τὴν Ῥώμην, ἀπέχουσαν Ὠστίων στάδια ρ̣?΄. Ὅτι Τυρρηνοὶ ἐλήστευον τὴν Ἑλλάδα· λαβόντες δὲ οἱ Ἕλληνές τινας αὐτῶν ἀπέστειλαν προῖκα Ῥωμαίοις, ἐγκαλοῦντες ὡς σὐ δίκαια ποιούντων, εἴ γε Ἑλλήνων ἄποικοι ὄντες καὶ Διοσκούρων ἱερὸν ἐν τῇ ἀγορᾷ ἱδρυσάμενοι, οὓς σωτῆρας εἶναι πάντες πιστεύουσιν, (οἱ δὲ )κατὰ τῆς τῶν Διοσκούρων πατρίδος λῃστὰς παρορῶσι στελλομένους, καὶ ταῦτα εὐνομώτατοι ὄντες. Ῥωμαῖοι δ᾿ ἀκούσαντες ἐκώλυσαν τοὺς ληστάς. Ὅτι ἐν τῇ Λατινίᾳ ὄρος ἐστὶ νησίζον θαλάττῃ τε καὶ ἕλεσι, καλούμενον Κιρκαῖον. Ἔχει δὲ καὶ Κίρκης ἱερὸν, καὶ δείκνυται ἔχον τινὰ φιάλην Ὀδυσσέως· διὸ τὰ τοῦ μύθου τῆς Κίρκης ἐκεῖ φασι γεγονέναι. Ὅτι ἡ Ἀππία ὁδὸς ἔστρωται ἀπὸ Ῥώμης μέχρι Βρεωτεσίου. Ὅτι οἱ πρῶτοι Ῥωμαῖοι ἐνόμιζον ἄμεινον εἶναι, ὅπως οἱ ἄνδρες ὦσι τοῖς τείχεσι πρόβλημα, ἀλλ᾿ οὐ τὰ τείχη τοῖς ἀνδράσι. Διὸ τὴν Ῥώμην οὐ κατὰ αἵρεσιν, ἀλλὰ κατὰ ἀνάγκην ἔκτισαν ἐν ἐπιμάχῳ τόπῳ. Ὅτι Αὔγουστος ἐνομοθέτησε Ῥωμαίοις, μή πλείω ποδῶν ο΄ ὕψος οἰκοδομεῖν οἰκίας, προνοούμενος τῶν συμπτωμάτων. Ὅτι, τῶν Ἐλλήνων περὶ τὰς κτίσεις εὐστοχησάντων καὶ ἐρυμνότητος καὶ κάλλους καὶ λιμένων καὶ χώρας εὐφυοῦς, οἱ Ῥωμαῖοι ὑπερεβάλλοντο ταῖς τε τῶν ὁδῶν στρώσεσι καὶ ὑδάτων εἰσαγωγαῖς καὶ ὑπονόμοις. Ὅτι οἱ πρῶτοι Ῥωμαῖοι, πρὸς ἄλλοις μείζοσι καὶ ἀναγκαιοτέροις ὄντες, ὠλιγώρουν τοῦ κάλλους τῆς Ῥώμεης· οἱ δ᾿ ὕστεροι ἐπεμελήθησαν. Ὅτι ἡ ἐν Ἰταλίᾳ Ἀγκὼν πόλις κτίσμα ἐστὶ Συρακουσίων τῶν τὴν Διονυσίου τυραννίδα μή ὑπομεινάντων, ἀλλὰ φυγόντων· ἔχει δὲ καὶ λιμένα. Ὅτι Ῥωμαῖοι τὴν Ἥραν Κύπραν καλοῦσι, τὸν δὲ Κρόνον Σατόρνιον.