Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 25-5
Not analysed yet
Ὅτι μετὰ τὴν νῆσον τὸν Βορυσθένη ἑξῆς πρὸς ἀνατολὰς ἐν τῆ ἠπείρω ψιλὸν χωρίον, καλούμενον ἄλνῆς ἱερὸν Ἀχιλλέως· εἶτα ὁ Ἀχίλλειος δρόμος, ἁλιτενῆς χερσόνησος· ἔστι γὰρ ταινία τις ὅαον α σταδίων μῆκος ἐπὶ τὴν ἔω, πλάτος δὲ τὸ μέγιστον δυεῖν σταδίων, τὸ δὲ ἐλάχιστον πλέθρων δ΄, διέχουσα τῆς ἑκατέρωθεν τοῦ αὐχένος ἠπείρου τῆ θαλάσσῃ σταδίους ξ΄, ἀμμώδης, ὕδωρ ἔχουσα ὀρυκτόν· κατὰ μέσην δὲ ὁ ροῦ ἰσθμοῦ αὐχὴν ὅαον μ΄ σταδίων. Τελευτᾷ δὲ πρὸς ἄκραν, ἢν Ταμυράκην καλοῦσιν, ἔχουσαν ὕφορμον· μεθ᾿ ἣν ὁ Καρκινίτης κόλπος, εὐμεγέθης, ἀνέχων πρὸς τὰς ἄρκτους ὅσον ἐπὶ σταδίους β μέχρι τοῦ μυχοῦ. Τὸν δὲ κόλπον καὶ Ταμυράκην καλοῦσιν ὁμωνύμως τῆ ἄκρᾳ/ Ἐνταῦθα δ᾿ ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν Σαπρὰν λεγομένην λίμνην ἀπὸ θαλάττης, σταδίων μ΄, καὶ ποιῶν τὴν Ταυρικήν καὶ Σκυθικὴν λεγομένην χερρόνησον. Οἱ δὲ τξ΄ τὸ πλάτος τοῦ ἰσθμοῦ φασίν. Ἡ δὲ Σαπρὰ λίμνη σταδίων μὲν εἶναι δ λέγεται, μέρος δ᾿ ἐστὶ τῆς Μαιώτιδος τὸ πρὸς δύσιν· συνεστόμωται γὰρ αὐτῇ στόματι μεγάλῳ καὶ ἐστιν ἑλώδης σφόδρα καὶ ῥαπτοῖς πλοίοις μόγις πλόιμος· οἱ γὰρ ἄνεμοι τὰ τενάγη ῥᾳδίως ἀνακαλύπτουτιν, εἰτα πάλιν πληροῦσιν, ὥστε τὰ ἕλη τοῖς μείζοσι σκάφεσιν οὐ περάσιμά ἐστιν, ἀλλʼ ἐνίσχεται αὐτόθι.