Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 26-5
Not analysed yet
Ὅτι Χερρόνησος πόλις ἐν τῇ Ταυρικῇ πρότερον αὐτόνομος ἦν. Κατατρεχομένη δʼ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα (καὶ) στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους ποταμοῦ βαρβάρους καὶ τοῦ Ἀδρίου. Ταῦτα δʼ ἦν ἐκὶ Ῥωμαίους παρασκευή. Ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατείαν, ἐπολέμει πρὸς τοὺς Σκύθας καὶ τούτους ἐχειρώσατο καὶ Βοσπόρου κατέστη κύριος, παῤ ἑκόντος λαβὼν Παρισάδου, τοῦ κατέχοντος τότε. Ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστιν.