Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Υ.
Strabo, Strabonis Geographiae Chrestomathia 27-3
Not analysed yet
Ὅτι τοὺς ἐν Αἰτωλίᾳ Κουρῆτας τετραχῶς ἐτυμολογητέον· ἢ γὰρ διὰ τὴν ἐμπροσθίαν κουρὰν, ὡς εἴρηται, ἢ ἀπὸ ὄρους Κουρίου Αἰτωλικοῦ ἢ διὰ τὸ βλακώδεις εἶναι, ὥσπερ αἱ κοῦραι, ὁποῖοι καὶ Ἰάονες ἑλκεχίτωνες λέγονται, ἢ ἀπὸ Κουρήτων δαιμόνων, ἐνόπλιον ὀρχουμένων ὄρχησιν· λέγοι γὰρ ἂν τοὺς ἀνδρειοτάτους καὶ εἰδότας ἐν ὅπλοις ὀρχεῖσθαι· καὶ γὰρ Ὅμηρος εἰσάγει τὸν Αἰνείαν λέγοντα· «Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα. »