Ancient Greek · ~7 min
28 to 37
Strabo, Strabonis Geographiae Chrestomathia 28-3-37
Not analysed yet
Ὅτι κοινὸν Ἑλλήνων καὶ βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνέσεως ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ, τὰς δὲ χωρὶς, καὶ τὰς μὲν μετὰ μουσικῆς, τὰς δὲ μὴ, καὶ τὰς μὲν μυστικῶς, τὰς δʼ ἐν φανερῶ· ἡ γὰρ μουσικὴ φιλοσοφία ἐστὶ καὶ πρὸς τὴν τῶν ἠθῶν κάθαρσιν συμβαλλομένη, ὥς φησι Πλάτων. Ὅτι οἱ Ἕλληνες τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι καὶ τῇ Ἑκάτη καὶ ταῖς Μούσαις καὶ Δήμητρι προσέθεσαν τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ Βακχικὸν καὶ τὸ χορικὸν καὶ μυστικόν. Ὅτι οἱ Κουρπητες δαίμονές τινές εἰσι περὶ τὸν Δία· οὕτως δ᾿ ὠνομάσθησαν διὰ τὸ κουροτροφῆσαι αὐτόν. Τοῦ δὲ Διονύσου ὁπαδοὶ δαίμονες Σάτυροί τε καὶ Σιληνοὶ καὶ Βάκγαι Λῆναί τε καὶ Θυῖαι καὶ Μιμαλλόνες καὶ Ναΐδες καὶ Νύμφαι καὶ Τίτυροι. Ὅτι οἱ Βερέκυντες, Φρυγίων τι γένος ὅν, καὶ ἁπλῶς οἱ Φρύγες Ῥέαν τιμῶσι καὶ ὀργιάζουσι ταύτῃ, μητέρα καλοῦντες θεῶν καὶ Ἄγεστιν καὶ φρυγίαν θεὸν μεγάλην, ἀπὸ δὲ τῶν τόπων Ἰδαίαν καὶ Δινδυμήνην καὶ πυλήνην καὶ Κυβήβην καὶ Πεσσινουντίδα καὶ Κυβέλην. Οἱ δὲ Ἕλληνεσς τοὺς προπόλους αὐτῆς Κουρῆτας λέγουσιν ὁμωνύμως τοῖς τοῦ Διὸς, τοὺς δ᾿ αὐτοὺς καὶ Κορύβαντας. Ὅτι παρὰ τοῖς Θρᾳξὶν ἐνθουσιασμοί εἰσι, τά τε Κοτύττια καὶ τὰ Βενδίδεια· παρ᾿ οἷς καὶ τὰ Ὀρφικὰ τὴν καταρχήν ἔσχεν. Ὅτι Ὄλυμπος ὄρος ἐστὶ καὶ περὶ τὴν Τρωικὴν Ἴδην καὶ ὁ Μύσιος καὶ ὁ Μακεδονικὸς (καὶ) ὁ παρ᾿ Ὁμήρῳ ὑπερουράνιος. Ὅ Ταλθύβιος μετὰ τὰ Τρωικὰ ἀποικίαν ἔστειλεν εἰς Κρήτην. Ὅτι τριχάἴκες οἱ ἐν Κρήτῃ Δωριεῖς, ἤτοι οἱ πολεμικοὶ, ὡς τὸ κορυθάῖκι, ἢ οἱ τρίλοφοι ἐν ταῖς περικεφαλαίαις ἢ οἱ ὀρχησταί. Ἐτεόκρητες δὲ οἱ αὐτόχθονες. Ὅτι ὁ Κνωσσὸς πόλις τὸ πρὶν ἐκαλεῖτο Καίρατος ἀπὸ ποταμοῦ ἐγγὺς ὄντος. Ὅτι ἡ Δίκτη τὸ ὄρος ἀνατολικώτερόν ἐστι τῆς Ἴδης ἐν Κρήτῃ σταδίους α. Ἡ δὲ Ἴδη νῦν Χρυσόμαλλος καλεῖται.