Ancient Greek · ~3 min
38 to 42
Strabo, Strabonis Geographiae Chrestomathia 38-3-42
Not analysed yet
Ὅτι ἡ Κρήτη ἑκατόμπολις ἦν ἐν τοῖς τοῦ Ὁμήρου χρόνοις, μεταγενεστέροις οὖσι τῶν Τρωικῶν. Ἐπὶ δὲ τῶν Τρωικῶν ??΄πόλεις εἶχεν ἡ Κρήτη· ἐν γὰρ τῷ Καταλόγῳ Ὅμηρος οὐκ εἰσάγει πρόσωπον ἀπαγγέλλον τὰς ρ΄ πόλεις, ἀλλ᾿ αὐτὸς λέγει εἶναι ἑκατόμπολιν. Ὅτι ἡ ἔνοπλος ὄρχησις Κουρήτων μέν ἐστιν εὕρεμα τῶν περὶ τὸν Δία δαιμόνων, καλεῖται δὲ πυρρίχη. Ὅτι πρὸς τοὺς προσποιουμένους μή εἰδέναι ἃ ἴσασι παροιμία ἐτέθη, «ὁ Κρὴς ἀγνοεῖ τὴν θάλασσαν· »οἱ γὰρ Κρῆτες ἐθαλασσοκράτησαν πρῶτοι, ναυτικῷ μεγάλῳ χρώμενοι. Ὅτι Κρῆτες τὸν μὲν ἐραστὴν φιλήτορα καλοῦσιν, τὸν δὲ ἐρώμενον κλεινόν· ποιοῦνται δὲ τὰ παιδικὸ δι᾿ ἁρπαγῆς, οὐχὶ πειθοῖ. Ὅτι Σίφνος νῆσός ἐστιν εὐτελὴς, ἐφ᾿ ἢ καὶ παροιμία ἐλέχθη «Σίφνιος ἀστράγαλος »διὰ τὴν εὐτέλειαν.