Ancient Greek · ~1 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 4-5
Not analysed yet
Ὅτι. Πομπήιος φίλος ἦν Ποσειδωνίῳ. Ἐλθὼν οὖν εἰς Ῥόδον, ὅτε ἐπὶ τὸν Μιθριδατικὸν ἐξώρμα πόλεμον, ἐνέτυχέ τε αὐτῷ καὶ χρηματίσας ὅσων ἐδεῖτο, ἔφησεν ἔσχατον, εἴ τινος δέοιτο· ὁ δὲ ἀπεκρίνατο· βούλομαί σε, ὦ Πομπήιε, «αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων. »Ἐξ οὗ καὶ τὰ κατὰ Ἰβηρίαν καὶ Ἀλβανίαν καὶ Ἀρμενίαν ἐπύθετο.