Ancient Greek · ~6 min
32 to 37
Strabo, Strabonis Geographiae Chrestomathia 32-3-37
Not analysed yet
Ὅτι ἀρχὴ τῆς Ἰλλυρικῆς παραλίας ἐστὶν ἡ Ἰστρία, συνεχὴς οὖσα τοῖς τε Κάρνοις καὶ τῇ Ἰταλία. Καί εἰσιν ω΄ στάδιοι ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου ἕως τῆς Πόλας τοσοῦτοι δὲ ἀπὸ τοῦ αὐτοῦ ἕως Ἀγκῶνος, πόλεως Ἰταλικῆς. Ὁ δὲ πᾶς τῆς Ἰστρίας παράπλους ἕως τῶν Ἀλβίων ὀρῶν στάδιοι ,ατ΄. Ἑξῆς δέ ἐστιν ὁ Ἰαποδικὸς παράπλους σταδίων ,α. Ὅτι οἱ Ἰέποδες ἵδρυνται ἐπὶ τῷ Ἀλβίῳ ὄρει, τελευταίῳ ὄντι τῶν Ἄλπεων καὶ ὑψηλῷ σφόδρα, τῇ μέν ἐπὶ τοὺς Παννονίους καὶ τὸν Ἴστρον καθήκοντες, τῆ δὲ ἐπὶ τὸν Ἀδρίαν. Κατάστικτοι δέ εἰσιν ὁμοίως τοῖς ἄλλοις Ἰλλυριοῖς τε καὶ Θρᾳξίν. Ὅτι μετὰ τὸν τῶν Ἰαπόδων παρέπλουν ὁ Λιβυρνικός ἐστι σταδίων ,αφ’, νήσων ἀριθμὸν ἔχων πρὸ αὐτοῦ περὶ μ΄. Τῶν δὲ Ἰαπόδων νῆσος πρόκειται Κυρικτικὴ, τῶν δὲ Ἰστρίων αἱ Ἀψυρτίδες νῆσοι, ἔνθα φασὶ τὴν Μήδειαν τὸν ἀδελφὸν Ἄψυρτον ἀνελεῖν. Καὶ ἡ Τραγούριον δὲ καὶ ἡ Φάρος πρὸ τῆς Λιβυρνίας εἰσὶ, νῆσοι ἐπίσημοι, καὶ ἡ Ἴσσα νῆσος. Ὅτι ἴδιον τῶν Δαλματέων τὸ διὰ ὀκταετηρίδος ἀναδασμὸν ποιεῖσθαι τῆς χώρας τὸ δὲ μή χρῆσθαι νομίσμασι πρὸς μὲν τοὺς ἐν τῆ παραλίᾳ ταύτῃ ἴδιον, πρὸς ἄλλους δὲ τῶν βαρβάρων πολλοὺς κοινόν. Ὅτι ὄρος ἐστὶν Ἄδριον, μέσον τέμνον τὴν Δαλματικὴν τὴν μὲν ἐπιθαλάττιον, τὴν δὲ ἐπὶ θάτερα. Εἶτα ὁ Νάρων ποταμὸς καὶ πρὸ αὐτοῦ ἡ Μέλαενα νῆσος, ἥτις καὶ Κέρκυρα καλεῖται, Κνιδίων κτίσμα. Ὅτι πολλὰ ἔθνη ἐξέλιπον καὶ ἐκλείπουσι· Γαλατῶν μὲν Βόιοι καὶ Σκορδίσται, Ἰλλυριῶν δὲ Αὐταριᾶται καὶ Ἀδριαῖοι καὶ Δαρδάνιοι, Θρᾳκῶν δὲ Τριβαλλοί νῦν δʼ οὐδʼ ὄνομά ἐστι Μακεδόνων ἢ Θρᾳκῶν.