Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 38-2
Not analysed yet
Ὅτι μετὰ τὴν τῶν Ἀρδιαίων καὶ Πληραίων παραλίαν Ῥιζαὶ κόλπος ἐστὶ καὶ Ῥίζων πόλις καὶ Δρίλων ἐφεξῆς πρὸς νότον ποταμὸς, ἀνάπλουν ἔχων πρὸς ἕω μέχρι τῆς Δαρδανικῆς, συνάπτει τοῖς τε Μακεδονικοῖς καὶ τοῖς Παιονικοῖς ἔθνεσι πρὸς μεσημβρίαν. Εἶτα Δυρράχιον ὁμώνυμος τῇ χερρονήσῳ πόλις, Κερκυραίων κτίσμα, εἶτα Ἄψος ποταμός· εἶτα Ἀπολλωνία πόλις, Κορινθίων κτίσμα, εἶτα Ἀῷος ποταμὸς, εἶτα Βαλλιακὴ πόλις καὶ τὰ Κεραύνια ὄρη καὶ Χάονες, ἡ ἀρχή τοῦ Ἰονίου κόλπου, καὶ νῆσος Σασώ. Καὶ ἐστι τὸ μίν Ἰόνιον ὀνομα ἡ ἀρχὴ τοῦ κόλπου, τὸ δἱ Ἀδρίας τοῦ ἔσω μέρους τοῦ μυχοῦ· νῦν δὲ σύμπας ὁμοίως καλεῖται. Καί εἰσιν ἀπὸ Λιβυρνίας εἰς τὰ Κεραύνια ὄρη ἡ παραλία στάδια ,β, ἡ δὲ ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου ὁδὸς ἕως τῶν Κεραυνίων ὀρέων πεζῇ ἡμερῶν πλειόνων ἢ λ΄· κατὰ δὲ θάλασσαν ὁ πλοῦς ἡμερῶν Ϛ΄. Καὶ ἔστι πᾶσα ἡ παραλία αὕτη εὔγειος καὶ εὐάμπελος καὶ εὔδενδρος.