Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΕ.
Strabo, Strabonis Geographiae Chrestomathia 35-5
Not analysed yet
Ὅτι ἐν Σούσοις τοσαύτην ἔχει τὴν τοῦ ἀέρος ἐν θέρει ἀκμάζοντι ἡ πόλις μεσημβρίας τὴν θέρμην, ὡς καὶ τὰς σαύρας καὶ τοὺς ὄρεις ἐν τῆ πόλει διαβῆναι μὴ φθάνειν τὰς ἐν τῆ πόλει ὁδοὺς, ἀλλ᾿ ἐν μέσαις περιφλέγεσθαι· ὕδωρ δὲ ψυχρὸν προτεθέν ἐκθερμαίνεται παραχρῆμα. Τὰς δὲ κριθάς φασι διασπαρείσας εἰς τὸν ἥλιον φρύγεσθαι, καθάπερ ἐν ἰπνῷ τὰς κάχρυς. Διὸ καὶ ταῖς στέγαις ἐπὶ δύο πήχεις τὴν γῆν ἐπιτίθεσθαι ὑπὸ δὲ τοῦ βάρους ἀναγκάζεσθαι στενοὺς μέν, μακροὺς δὲ τοὺς οἴκους ποιεῖσθαι, ἀποροῦντας μακρῶν δοκῶν, δεομένους διὰ τὸ πνῖγος μεγάλων οἰκιῶν. Ἴδιον δέ τι πάσχει ἡ φοινικίνη δοκός· στερεὰ γὰρ οὖσα, παλαιουμένη οὐκ εἰς τὸ κάτω ἔνδοσιν λαμβάνει, ἀλλ᾿ εἰς τὸ ἄνω μέρος κυρτοῦται τῷ βάρει καὶ βέλτιον ἀνέχει τὴν ὀροφήν.