Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΕ.
Strabo, Strabonis Geographiae Chrestomathia 36-4
Not analysed yet
Ὅτι Πέρσαι ἀγάλματα καὶ βωμοὺς οὐχ ἱδρύονται, τιμῶσι δὲ ἥλιον καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμους καὶ ὕδωρ. Εἰ δέ τις εἰς πῦρ φυσήσειεν ἢ νεκρὸν ἐπιθείη ἢ ὄνθον, θανατοῦται παρ᾿ αὔτοῖς· ῥιπίζοντες δὲ ἐξάπτουσι τὴν φλόγα. Τῷ δ᾿ ὕδατι, ἐπὶ λίμνην ἢ ποταμὸν ἢ κρήνην ἐλθόντες, βόθρον ὀρύξαντες εἰς τοῦτον σφαγιάζονται, φυλαττόμενοι μή τι τοῦ πλησίον ὕδατος καθαροῦ αἱμαχθῇ, ὡς μιανοῦντες.