Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Α᾿.
Strabo, Strabonis Geographiae Chrestomathia 43
Not analysed yet
Ὅτι πάλιν περὶ Λυδίαν καὶ Ἰωνίαν σεισμῶν γενομένων, Σίπυλός τε (τὸ ὄρος) κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καί τινες τῶν Ἰώνων πόλεις, καὶ τὰ ἐν Τροίᾳ θερμὰ ὕδατα ἀπώλετο, περὶ ὧν Ὅμηρος ἔλεγεν· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει· »ἐγένοντο δὲ καὶ λίμναι ἐξ ἑλῶν. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ὁ κατὰ τὸ Κάσιον ἰσθμὸς τῆς Ἀραβίσς διαρραγεὶς ἢ ἵζημα λαβὼν ποιήσει τὴν τῆς Αἰγύπτου θάλασσαν σύρρουν τῆ Ἐρυθρᾷ. Ἔτι δὲ καὶ ὁ Περαιεὺς, ὡς καὶ τὸ ὄνομα ἐμφαίνει, πέραν ἔκειτο τῆς Ἀττικῆς, ὡς νῆσος, καὶ ἡ Λευκὰς νῆσος ὑπὸ Κορινθίων γέγονε, διακοψάντων τὸν ἰσθμόν· περὶ ἧς λέγει Ὅμηρος· «ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων. »Περὶ Μεθώνην δέ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη, γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μέν ὰπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὅόμῆς, νύκτωρ δὲ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίυυς ε΄, θολερὰν δʼ εἶναι καὶ ἐπὶ κ΄ σταδίους· προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. Ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης αἱ ὲν Καταλόγῳ Ὁμήρου πόλεις, Ἄρνη καὶ Μίδεια, κατεπόθησαν· καὶ αἱ Ἐχινάδες νῆσοι ἐκ τῆς τοῦ Ἀχεῴου προσχώσεως ἠπειρώθησαν· καὶ ἡ Ἀστερὶς νῆσος πληοίον Ἰθάκης, λιμένας πρὶν ἔχουσα δύο, νῦν δʼ οὐδʼ ἀγκυροβόλιον ἔχει. Ἀλλὰ καὶ Ὄσσα ἐκ τεῦ Ὀλύμπου ἀπερράγη.