Ancient Greek · ~3 min
39 to 41
Strabo, Strabonis Geographiae Chrestomathia 39-41
Not analysed yet
Ὅτι ἡ ὑπερκειμένη τῆς παραλίας Ἰλλυρία πᾶσά ἐστιν ὀρεινὴ καὶ ψυχρὰ καὶ νιφόβολος· ἡ δὲ προσάρκτιος καὶ μᾶλλον, ὥστε καὶ τῶν ἀμπέλων σπάνιν εἶναι. Ταῦτα δὲ τὰ χωρία Παννόνιοι κατέχουσι, πρὸς νότον μὲν μέχρι Δαλματαίων καὶ Ἀρδιαίων, πρὸς ἄρκτον δὲ μέχρι τοῦ Ἴστρου ποταμοῦ, πρὸς ἕω δὲ Σκορδίσκοις συνάπτοντα· τῇ δὲ παρὰ τὰ ὄρη τὰ Μακεδόνων καὶ Θρᾳκῶν. Ὅτι ἐν Αὐταριάταις, ἔθνει Ἰλλυρικῷ ἐπισήμῳ, ὕδωρ ἐστὶ ῥέον ὑπὸ ἔγκει τινὶ τοῦ ἔαρος· ἀρυσάμενοι δὲ τὸ ὕδωρ καὶ ἀποθέντες ἡμέρας ε’ εἶχον, εἶτα ἐξεπήγνυτο καὶ ἦσαν ἅλες. Ὅτι μετὰ τὴν τῶν Σκορδίσκων χώραν ἡ τῶν Τριβαλλῶν καὶ Μυσῶν ἐστι χώρα, παρὰ τὸν Ἴστρον οὖσα, καὶ τὰ ἕλη τὰ τῆς ἐντὸς Ἴστρου μικρᾶς Σκυθίας.