Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 44-3
Not analysed yet
Ὅτι πλησίον τῶν περὶ Παρθυαίους Κασπίων πυλῶν ἐστι τὸ Νησαῖον πεδίον ἱππόβοτον· ὅθεν τοὺς Νησαίους ἵππους τοὺς καλλίστους οἱ τῆς Ἀσίας βασιλεῖς ἤγρευον. Φέρει δὲ τὸ πεδίον τοῦτο βοτάνην πλείστην, ἣν ἡμεῖς Μηδικὴν καλοῦμεν. Φέρει δὲ καὶ σίλφιον ἡ χώρα αὕτη, ἀφʼ οὗ ὁ Μηδικὸς καλούμενος ὀπὸς, πολὺ τοῦ Κυρηναϊκοῦ λειπόμενος, ἔστι δʼ ὅτε καὶ διαφέρων ἐκείνου, εἴτε παρὰ τὸν τόπον εἴτε παρὰ τὸ φυτὸν εἴτε παρὰ τοὺς ὀπίζοντας καὶ σκευάζοντας.