Ancient Greek · ~2 min
45 to 47
Strabo, Strabonis Geographiae Chrestomathia 45-2-47
Not analysed yet
Ὅτι Μῆδοι ἀρχηγέται εἰσὶ Περσῶν δηλοῖ δὲ τε τιάρα καὶ κίταρις καὶ χειριδωτοὶ χιτῶνες καὶ αἱ ἀναξυρίδες, ἅπερ τοῖς βορειοτέροις ἔθνεσιν οἰκεῖα διὰ τὴν ψῦξιν. Ὅτι Μηδικὸν τὸ μὴ ἐλάττους τῶν ε΄ γυναικῶν τίθεσθαι γαμετάς· ὡσαύτως δὲ καὶ γυναῖκας συμφορὰν νέμειν τὸ εἶναι ἐλάττονας τῶν ε ἔχοντι γυναῖκας. Ὅτι, τῆς ἄλλης Μηδίας εὐδαίμονος οὔσης τελέως, λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινχή· σιτοῦνται, γοῦν ἀπὸ ἀκροβρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ὑπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρ ἐκ δέ ῥιζῶν τινων οὖνον ἐκθλίβουσι· κρέασι δέ χρῶνται θηρείοις· ἥμερα δʼ οὐ τρέφουσι θρέμματα τοσαῦτα.